Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.67 Joseph. AJ 10.72 (English) >>Joseph. AJ 10.77

10.70καὶ καθαρίσας οὕτω τὴν χώραν ἅπασαν εἰς Ἱεροσόλυμα τὸν λαὸν συνεκάλεσε κἀκεῖ τὴν ἀζύμων ἑορτὴν καὶ τὴν πάσχα λεγομένην ἤγαγεν· ἐδωρήσατό τε τῷ λαῷ τὸ πάσχα νεογνοὺς ἐρίφους καὶ ἄρνας δισμυρίους, βοῦς δʼ εἰς ὁλοκαυτώματα τρισχιλίους. 10.71παρεῖχον δὲ καὶ τῶν ἱερέων οἱ πρῶτοι διὰ τὸ πάσχα τοῖς ἱερεῦσιν ἄρνας δισχιλίους ἑξακοσίους καὶ τοῖς Λευίταις πεντακισχιλίους ἄρνας ἔδοσαν οἱ προεστῶτες αὐτῶν, βοῦς δὲ πεντακοσίους. 10.72καὶ γενομένης οὕτως ἀφθόνου τῆς τῶν ἱερείων εὐπορίας τὰς θυσίας ἐπετέλουν τοῖς Μωυσέος νόμοις, ἑκάστῳ τῶν ἱερέων ἐξηγουμένων καὶ διακονουμένων τοῖς ὄχλοις, καὶ τοῦ μηδεμίαν ἄλλην οὕτως ἀχθῆναι τοῖς Ἑβραίοις ἑορτὴν ἀπὸ τῶν Σαμουήλου τοῦ προφήτου χρόνων αἴτιον ἦν τὸ πάντα κατὰ νόμους καὶ κατὰ τὴν ἀρχαίαν παρατήρησιν τῆς πατρίου συνηθείας ἐπιτελεσθῆναι. 10.73ζήσας δʼ ἐν εἰρήνῃ μετὰ ταῦτα Ἰωσίας ἔτι δὲ καὶ πλούτῳ καὶ τῇ παρὰ πᾶσιν εὐδοξίᾳ κατέστρεψε τούτῳ τῷ τρόπῳ τὸν βίον· 10.74

Νεχαῦς τῶν Αἰγυπτίων βασιλεὺς ἐγείρας στρατιὰν ἐπὶ τὸν Εὐφράτην ἤλασε ποταμὸν Μήδους πολεμήσων καὶ τοὺς Βαβυλωνίους, οἳ τὴν Ἀσσυρίων κατέλυσαν ἀρχήν· τῆς γὰρ Ἀσίας βασιλεῦσαι πόθον εἶχε. 10.75γενομένου δʼ αὐτοῦ κατὰ Μένδην πόλιν, ἦν δʼ αὕτη τῆς Ἰωσίου βασιλείας, μετὰ δυνάμεως εἶργεν αὐτὸν διὰ τῆς ἰδίας ποιεῖσθαι χώρας τὴν ἐπὶ τοὺς Μήδους ἔλασιν. πέμψας δὲ κήρυκα πρὸς αὐτὸν Νεχαῦς οὐκ ἐπʼ αὐτὸν στρατεύειν ἔλεγεν, ἀλλʼ ἐπὶ τὸν Εὐφράτην ὡρμηκέναι· μὴ παροξύνειν δʼ αὐτὸν ἐκέλευεν, ὥστε πολεμεῖν αὐτῷ κωλύοντι βαδίζειν ἐφʼ οὗ διέγνωκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.67 Joseph. AJ 10.72 (English) >>Joseph. AJ 10.77

Powered by PhiloLogic